Psalms 82

1
LXX: Psa.81:1
Ψαλμὸς τῷ Ασαφ. θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει
2
LXX: Psa.81:2
Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; διάψαλμα.
3
LXX: Psa.81:3
κρίνατε ὀρφανὸν καὶ πτωχόν, ταπεινὸν καὶ πένητα δικαιώσατε·
4
LXX: Psa.81:4
ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.
5
LXX: Psa.81:5
οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς.
6
LXX: Psa.81:6
ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες·
7
LXX: Psa.81:7
ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.
8
LXX: Psa.81:8
ἀνάστα, θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.
Copyright information for LXX